Μητρόπολη
Χειροτονία σὲ διάκονο στὸ Πυλὶ τῆς Κῶ
Τὸ πρωὶ τῆς Κυριακῆς 12 Ἰουλίου 2015 ὁ Σεβασμιώτατος Μητροπολίτης Κώου καὶ Νισύρου κ. Ναθαναὴλ χειροτόνησε σὲ διάκονο τὸν Ἡρακλῆ Ζωγραφάκη στὸν κατάμεστο ἱερὸ ναὸ Ἁγίου Γεωργίου Πυλίου.
Κατὰ τὴν ὁμιλία του ὁ π. Ἡρακλῆς ἀνεφέρθη στὴν ἀπόφασή του νὰ ἱερωθεῖ, εὐχαρίστησε τὸν Σεβασμιώτατο γιὰ τὴν ἀγάπη του, τὴν οἰκογένειά του γιὰ τὴν στήριξη ποὺ τοῦ προσέφερε καὶ εὐχήθηκε νὰ ἀνταποκριθεῖ στὴ διακονία του.
Ὁ Σεβασμιώτατος, ἀφοῦ μετέφερε τὶς εὐχὲς καὶ τὶς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου, σημείωσε τὴ σπουδαιότητα τῆς ἀποφάσεως κάποιου νὰ δεχθεῖ τὴν ἱερωσύνη καὶ τόνισε τὴν ἀνάγκη ὁ ἐπίσκοπος καὶ οἱ ἱερεῖς νὰ στρέψουν τοὺς πιστοὺς στὴν ἀναζήτηση τῶν πνευματικῶν ἀγαθῶν καὶ νὰ μὴν ἐξαρτοῦν τὴν εὐτυχία τους μόνο ἀπὸ τὰ ὑλικὰ ἀγαθά.
Στρεφόμενος πρὸς τὸν χειροτονούμενο ἀνέφερε τὶς δυσκολίες ποὺ κάθε ποιμένας ἀντιμετωπίζει καὶ μὲ πατρικὸ τρόπο τὸν συμβούλευσε νὰ μὴν πτοεῖται, ἀλλὰ νὰ συνεχίσει τὸν ἀγῶνα.
Ὁ Σεβασμιώτατος εὐχαρίστησε τὸν Ἀστυνομικὸ Διευθυντὴ Κῶ γιὰ τὴν ἀγάπη του στὸν π. Ἡρακλή, καθὼς εἶναι ἀστυνομικὸς καὶ θὰ παραμείνει στὴν Ἑλληνικὴ Ἀστυνομία παράλληλα μὲ τὰ ἱερατικά του καθήκοντα.
Ἑσπερινὸς στὴν Παναγία Τριχεροῦσα στὸ Πυλὶ τῆς Κῶ
Τὸ ἀπόγευμα τοῦ Σαββάτου 11 Ἰουλίου ὁ Σεβασμιώτατος Μητροπολίτης Κώου καὶ Νισύρου κ. Ναθαναὴλ χοροστάτησε στὸν Μ. Πανηγυρικὸ Ἑσπερινὸ στὸ ἱερὸ ἐξωκκλήσιο τῆς Παναγίας τῆς Τριχεροῦσας στὴν περιοχὴ Χάνδακας τῆς ἐνορίας Ἁγίου Γεωργίου Πυλίου.
Ὁ Σεβασμιώτατος κατὰ τὴν ὁμιλία του μετέφερε τὶς εὐχὲς καὶ τὶς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου στοὺς συγκεντρωμένους πιστοὺς καὶ σημείωσε τὴ σπουδαιότητα τῆς παρουσίας τῆς Παναγίας στὴ ζωή μας.
Ὁ ἑορτασμὸς τῶν ἐν Δωδεκανήσῳ Ἁγίων στὸ Μονάγρι τῆς Κῶ
Τὴν Κυριακὴ 5 Ἰουλίου ὁ Σεβασμιώτατος Μητροπολίτης Κώου καὶ Νισύρου κ. Ναθαναὴλ χοροστάτησε κατὰ τὸν Πανηγυρικὸ Ἑσπερινὸ τῶν ἐν Δωδεκανήσῳ Ἁγίων στὸ ὁμώνυμο Ἱερὸ Κάθισμα στὸ Μονάγρι τῆς Κῶ καὶ εὐλόγησε τοὺς Ἄρτους τῆς Ἀρτοκλασίας.
Ὁ Σεβασμιώτατος κατὰ τὴν ὁμιλία του μετέφερε στοὺς προσκυνητὲς τὶς εὐχὲς καὶ τὶς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου καὶ ἀνεφέρθη στὸ ἱστορικὸ τῆς καθιερώσεως τῆς ἑορτῆς καὶ στὴν φιλοτέχνηση τῆς Ἱερᾶς Εἰκόνος εὐχόμενος οἱ ἐν Δωδεκανήσῳ Ἅγιοι νὰ στηρίζουν τὴν πατρίδα μας καὶ ἐμᾶς. Επίσης, εὐχαρίστησε τὸν Μιχάλη Δανελλάκη καὶ τοὺς «Μαύρους Λύκους» γιὰ ὅσα ἔχουν φτιάξει στὸ Ἱερὸ Κάθισμα καὶ γιὰ τὴν ὀργάνωση τῆς πανηγύρεως.
Στὸν ἑορτασμὸ συμμετεῖχε καὶ ὁ Δήμαρχος Κῶ κ. Γεώργιος Κυρίτσης.
Τὸν Ἑσπερινὸ ἀκολούθησε παραδοσιακὸ πανηγύρι, στὸ ὁποῖο συμμετεῖχαν οἱ πολυπληθεῖς προσκυνητές.
Τὴν ἑπομένη, Δευτέρα 6 Ἰουλίου, ὁ Σεβασμιώτατος τέλεσε τὴ Θεία Εὐχαριστία στὸν Ἱερὸ Ναὸ τῶν ἐν Δωδεκανήσῳ ἁγίων.
Πατριαρχική καί Συνοδική Πρᾶξις Ἀναγραφῆς εἰς τό Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Ὁσίου Παϊσίου τοῦ Ἁγιορείτου
«Καί ἔσται ὁ ἀνήρ, ὅν ἄν ἐκλέξηται Κύριος, οὗτος ἅγιος»
(Ἀριθμ. ις΄ 7)
Ὄρος τοῦ Θεοῦ, ὡς ἀληθῶς• Ὄρος Ἅγιον καί κλῆρος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου ὁ οὐρανογείτων Ἄθως• στάδιον πνευματικῶν ἀγώνων, τόπος ἀσκήσεως, μετανοίας καί προσευχῆς καί ἐργαστήριον ἁγιότητος τῶν ἐν αὐτῷ ἐνασκουμένων ἀνά τούς αἰῶνας ἀναριθμήτων ἀσκητῶν, μιγάδων καί μοναστῶν, ἀνωνύμων καί ἐπωνύμων• καύχημα καί στέφανος τῆς Μητρός Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ὑπό τήν κανονικήν καί πνευματικήν δικαιοδοσίαν καί διαρκῆ ἐκκλησιαστικήν μέριμναν καί φροντίδα αὐτῆς• ἀλλά καί ἀέναος προσευχητική δέησις ὑπέρ τῆς Οἰκουμένης μυστικῶς ἀρδευομένης ὑπό τῶν ἀδιαλείπτως νυχθημερόν ἀναπεμπομένων ὑπό μοναστῶν εὐχῶν καί δεήσεων «ὑπέρ τῆς ἄνωθεν εἰρήνης καί τῆς σωτηρίας τῶν ψυχῶν» τῶν ὅπου γῆς Ὀρθοδόξων Χριστιανῶν ἀλλά καί «ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καί εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν». Πλεῖστοι ὅσοι οἱ θεοφιλῶς ἀσκήσαντες καί τελειωθέντες, μετά τόν πρῶτον γνωστόν Ἅγιον Πέτρον τόν Ἀθωνίτην, ἐν αὐτῷ, οἵτινες ἀνεδείχθησαν σκεύη ἐκλεκτά τοῦ Ἁγίου Πνεύματος, διά τῶν ἀσκητικῶν ἱδρώτων καί θεοφιλῶν καμάτων, κοσμηθέντες δέ διά ποικίλων ἐκτάκτων θείων χαρισμάτων ὡς τό τῆς προοράσεως, τῆς θαυματουργίας, τῆς διακρίσεως τῶν πνευμάτων, τῆς ἀπλανοῦς πνευματικῆς καθοδηγίας, τοῦ παρακλητικοῦ λόγου καί πλείστων ἄλλων, κοσμοῦντες νῦν τόν πολυάστερον οὐρανόν τοῦ καθ᾿ ἡμᾶς Ὀρθοδόξου ἑορτολογίου καί γενόμενοι αἰώνιοι ὁδηγοί πρός τήν Βασιλείαν τῶν οὐρανῶν.
Αὐτοῦ τούτου τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν διαβεβαιώσαντος διά τοῦ ἀνθρώπου Αὐτοῦ τόν ἱερέα Ἠλεί καί διαχρονικῶς πάντα πιστεύοντα τῷ Νόμῳ Αὐτοῦ «τούς δοξάζοντάς με δοξάσω», ὡς ἐν τῇ βίβλῳ Α΄ τῶν Βασιλειῶν, κεφαλαίῳ β΄, στίχῳ λ΄ γέγραπται, ἡ καθ᾿ ἡμᾶς Μήτηρ Ἁγία τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία ἀρχῆθεν τῆς ἐν τῷ κόσμῳ σωτηριώδους στρατείας αὐτῆς οὐκ ἐπαύσατο ἀναγνωρίζειν τοιαῦτα θεῖα καί ἅγια σκεύη τοῦ Πνεύματος, ἀγγέλους μᾶλλον εἰπεῖν ἤ ἀνθρώπους, δοξάσαντας τρόποις, λόγοις καί ἔργοις ποικίλοις τόν ἐπουράνιον Πατέρα, ὅθεν καί ἐδόξασε καί δοξάζει καί ἄχρι τέλους αἰώνων θέλει δοξάζειν αὐτούς ὡς ἐμπρέπει Ἁγίοις.
Παύλου δέ τοῦ Ἀποστόλου διακηρύττοντος ἐν τῇ πρός Ρωμαίους Ἐπιστολῇ αὐτοῦ, κεφαλαίῳ ε΄, στίχῳ κ΄καί κα΄, «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ Χάρις» καί τῆς πραγματικότητος ταύτης ἀκαταπαύστως καί κατά τήν σύγχρονον ἐποχήν βιουμένης ὑπό τῆς Ἐκκλησίας διά τῆς ἀπειραρίθμου στρατιᾶς τῶν ἀναδεικνυομένων καθ᾿ ἑκάστην, γνωστῶν καί ἐν πολλοῖς ἀφανῶν, ὁσίων καί ἁγίων μορφῶν, διά τῆς ἄρσεως τοῦ προσωπικοῦ αὐτῶν σταυροῦ ἑπομένων τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ διά τοῦ σταυρικοῦ Αὐτοῦ θανάτου καταργήσαντι τόν τό κράτος ἔχοντα τοῦ θανάτου καί διά τῆς ἐνδόξου Αὐτοῦ Ἀναστάσεως δωρησαμένῳ τήν αἰώνιον ζωήν παντί τῷ βουλομένῳ, ἡμεῖς, διαπιστοῦντες τήν τοιαύτην ἀδιάκοπον θείαν εὐεργεσίαν τοῦ Ἀρχηγοῦ τῆς Πίστεως ἡμῶν σύν τῷ Ἱερῷ Ψαλμωδῷ ἐκπληττόμενοι ἀναφωνοῦμεν «Τίς Θεός μέγας ὡς ὁ Θεός ἡμῶν; Σύ εἶ ὁ Θεός ὁ ποιῶν θαυμάσια» (Ψαλμός οδ΄, στ. ιδ΄-ιε΄) καί «Μέγας εἶ, Κύριε, καί θαυμαστά τά ἔργα Σου καί οὐδείς λόγος ἐξαρκέσει πρός ὕμνον τῶν θαυμασίων Σου».
Τοιοῦτος γάρ συνεχιστής τῆς παραδόσεως ἁγιότητος καί κενωτικῆς προσφορᾶς τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, τοῦ ἤθους καί τοῦ φρονήματος αὐτῆς, ἀνεδείχθη, μεταξύ πολλῶν ἄλλων ἀνωνύμων ἐν ὄρεσι καί ἀποκρήμνοις σπηλαίοις καί ὀπαῖς τῆς γῆς ἐνασκησαμένων καί τελειωθέντων ἁγιορειτῶν ἀκητῶν, ἐπ᾿ ἐσχάτων τῶν καθ᾿ ἡμᾶς χρόνων θεοφόρος ἀσκητής καί πολυχαρισματικόν ὄργανον τῆς Παναγίας Τριάδος ὁ ἐκ τῆς Ἁγιοτόκου Καππαδοκίας μέν ἕλκων τήν κατά σάρκα καταγωγήν, ἐν δέ τῷ Περιβολίῳ τῆς Κυρίας ἡμῶν Θεοτόκου τόν μονήρη βίον ἀσκήσας ἐν ἀγῶσι καί ἐν δάκρυσι πολλοῖς ὁσιώτατος Μοναχός Παΐσιος, κατά κόσμον Ἀρσένιος Ἐζνεπίδης, δι᾿ ἐκτάκτων χαρισμάτων κοσμηθείς παρά Κυρίου, στῦλος ἀληθής καί παρακλήτωρ πιστῶν ἀναδειχθείς καί δοξάσας διά τοῦ θαυμαστοῦ βίου αὐτοῦ τόν Πατέρα ἡμῶν τόν ἐν οὐρανοῖς. Τοιαύτης εὐαγγελικῆς τελειότητος, σπουδῇ καί ἀρετῶν συντονίᾳ, ἠξιώθη μεμαρτυρημένως ὑπό τῆς ἀλανθάστου συνειδήσεως τῶν πιστῶν ὁ ἐκ χώρας Καππαδοκῶν μοναχός Παΐσιος, τοὐπίκλην Ἐζνεπίδης, διανύσας ἐπί ἥμισυ καί πλέον αἰῶνος τήν ἀσκητικήν καί ἐν πτωχείᾳ καί στερήσεσι τρίβον, τό μοναχικόν τριβώνιον περιβληθείς ἐν Ὄρει τῷ Ἁγίῳ• ἀντιταχθείς διά βίου παντός τῷ κοσμοκράτορι τοῦ αἰῶνος τούτου• μαρτυρήσας τήν καλήν ὁμολογίαν καί τήν ἀμώμητον Ὀρθόδοξον πίστιν κρατύνας• τήν Ἐκκλησίαν καί τήν δόξαν αὐτῆς λαμπρύνας ὅτι «πῦλαι Ἅδου οὐ κατισχύσουσιν αὐτῆς»∙ ἀναλωθείς ἔργῳ ἐμπράκτῳ καί πράξει ἐλλόγῳ ἐν τῇ ὑπακοῇ τοῦ Χριστοῦ καί τῇ ἀγάπῃ πρός τόν Θεόν καί πρός τόν πλησίον. Οὗτος, ὁσιότητι καί ἁγιότητι βίου πολιτευθείς, τύπος τοῦ κατά Χριστόν πολιτεύματος καί ἀρετῆς ζῶσα εἰκών ἀποβάς, διδαχῇ πλήθους ὀρθοδόξων διδάσκαλος καί πνευματικός καθοδηγητής καταστάς, ἑαυτόν παρέστησε καί ἀνέδειξεν, εἰς ὑψηλά πνευματικά μέτρα ἀνελθών, σκεῦος τοῦ Παναγίου Πνεύματος, τιμηθείς δέ παρά Θεοῦ διά τοῦ χαρίσματος ἰάσεως ἀσθενῶν καί πασχόντων.
Νῦν δέ ὁσημέραι πληθυνομένης τῆς ἐκ τοῦ τάφου τοῦ μακαριστοῦ ἀσκητοῦ ἐκχεομένης εὐλογίας καί ἐπιτελουμένων συνεχῶς θαυμαστῶν σημείων καί θεραπειῶν σωματικῶν καί ψυχικῶν νόσων, ἡ περιρρέουσα πίστις πάντων τῶν ἀπειραρίθμων Ὀρθοδόξων πιστῶν παρεκίνησε τήν ἡμετέραν Μετριότητα, ἀξιωθεῖσαν ὅπως ἰδίοις ὄμμασι καί αἰσθήσεσι γνωρίσῃ καί πνευματικῶς συνδεθῇ μετά τοῦ Μοναχοῦ Παϊσίου καί αὐτοψί διαπιστώσῃ τήν γενικήν ἐκκλησιαστικήν συνείδησιν περί τῆς ἁγιότητος τοῦ ἐκλεκτοῦ τούτου τοῦ Θεοῦ, μετ᾿ ἐπισταμένην μελέτην καί σχετικήν εἰσήγησιν τῆς Συνοδικῆς Κανονικῆς Ἐπιτροπῆς, ἵνα μετά τῶν περί ἡμᾶς Ἱερωτάτων Μητροπολιτῶν καί ὑπερτίμων, τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῖν ἀδελφῶν καί συλλειτουργῶν, Συνοδικῶς θεσπίσωμεν καί ὁρίσωμεν καί ἐν Ἁγίῳ διακελευσώμεθα Πνεύματι, ὅπως ἀπό τοῦ νῦν καί εἰς τό ἑξῆς εἰς αἰῶνα τόν ἅπαντα ὁ εἰρημένος ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω ἀσκητικῶς τήν πορείαν τοῦ βίου βαδίσας Μοναχός Παΐσιος συναριθμῆται τοῖς Ὁσίοις Πατρᾶσι καί Ἁγίοις τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καί Ἀποστολικῆς Ἐκκλησίας, ἐτησίαις ἱεροτελεστίαις τιμώμενος καί ὕμνοις ἐγκωμίων γεραιρόμενος τῇ ιβ' τοῦ μηνός Ἰουλίου, καθ᾿ ἥν ἡμέραν τό πνεῦμα Αὐτοῦ τῷ Δικαιοκρίτῃ Κυρίῳ τῆς Ζωῆς εἰρηνικῶς παρέθετο.
Εἰς ἔνδειξιν δέ τούτου καί βεβαίωσιν ἐγένετο καί ἡ παροῦσα Πατριαρχική ἡμῶν καί Συνοδική Πρᾶξις, καταστρωθεῖσα μέν καί ὑπογραφεῖσα ἐν τῷδε τῷ Ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐν ἴσῳ δέ ἀπαραλλάκτῳ σταλεῖσα τῇ Ἱερᾷ Κοινότητι τοῦ Ἁγίου Ὄρους, πρός ἐπ᾿ ἐκκλησίας ἀνάγνωσιν καί κατάθεσιν εἶτα ἐν τοῖς Ἀρχείοις αὐτῆς.
Ἐν ἔτει σωτηρίῳ ,βιε', κατά μῆνα Ἰανουάριον ιβ'
ΕΠΙΝΕΜΗΣΕΩΣ Η'
Πατριαρχική καί Συνοδική Πρᾶξις τῆς ἐν τῷ Ἁγιολογίῳ τῆς Ὀρθοδόξου Ἐκκλησίας Κατατάξεως τοῦ ἐν Ἱερομονάχοις Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου
Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις Αὐτοῦ.
(Ψαλ. 67, 36)
Τούς ἐπ᾿ ὤμων ἄραντας τόν τοῦ Κυρίου σωτήριον Σταυρόν καί τρόπαιον νίκης κατά τοῦ κοσμοκράτορος τοῦ αἰῶνος τούτου λαμπρῶς ἐνστησαμένους, καί τήν δύναμιν Αὐτοῦ ἀηττήτοις καμάτοις θριαμβεύσαντας, τόν τε ἆθλον τῆς ἀρετῆς ἀγωνισαμένους γενναίως, ὁσίαις μνήμαις γεραίρειν πάντες ὀφείλομεν καί ἐκθειάζειν τιμαῖς ἐτησίαις, ὡς τῷ τῆς ὑπομονῆς καί τῆς καρτερίας στεφάνῳ ἀναδησαμένους θεόθεν, καί συντάττειν τῷ χορῷ καί καταλόγῳ τῶν ὁσίων καί εὐκλεῶς ὑπό τῆς Ἐκκλησίας τό εὐαγές καρπουμένων μνημόσυνον, ὅσιον καί τῷ τῆς Ἐκκλησίας πληρώματι λυσιτελέστατον πέφυκεν• αὕτη γάρ ἡ μέχρι τέλους ἀνδρική καρτερία, τό ἀκαταμάχητον ὅπλον τῆς Θείας Χάριτος, ὡς θεουργός ἀρετή, δι᾿ ἧς τῆς εὐσεβείας ἡ τελειότης τοῖς νικηταῖς τοῦ Χριστοῦ στρατιώταις χαρακτηρίζεται, σῴζειν οἶδεν εἴ τι καί ἄλλο τούς θεοφρόνως ταύτην ἐξασκήσαντας, καί πρός μακάριον τέλος ἐπάγειν, καί ἀειμνήστους ἀποτελεῖν• ἡ ἀλήθεια οὕτω• καί γάρ οἱ πρό Νόμου καί οἱ μετά τήν τῆς Χάριτος ἔλευσιν δι᾿ αὐτῆς ἀθλήσαντες παρά Θεοῦ ἐδοξάσθησαν καί ὡς θεοφεγγεῖς φωστῆρες μέχρι περάτων τῆς Οἰκουμένης ὑπέρ λόγον ἐξέλαμψαν μαρτυρηθέντες ἄνωθεν κρεῖττον ἤ κατ᾿ ἀπόδειξιν, ὑπερφυέσι σημείοις καί ξένοις θαύμασι διά τήν ἐν αὐτοῖς πλημμυρίσασαν τοῦ Πνεύματος πλουσίαν Χάριν καί Δύναμιν• ἀντιδοξάζει γάρ Κύριος ἀσυγκρίτως τούς Αὐτόν δι᾿ ἀθλήσεως δοξάσαντας, καί στεφανοῖ μέν αὐτούς ἀειθαλέσι καί ἀμαράντοις ἄνθεσι τῆς οὐρανίου δόξης καί ἐλλάμψεως κατοπτριζομένους τό ἀμήχανον κάλλος τῆς τρισηλίου θεότητος, κατά τό μέτρον τῆς ἑκάστου ἀξίας, σταθμοῖς ἀρρήτοις τῆς θείας Αὐτοῦ εὐθύτητος. Ἐκφαντορικοῖς δέ πάλιν τερατουργήμασι καί τοῖς κατά κόσμον πιστοῖς καταφανεῖς αὐτούς ἀπεργάζεται δι᾿ αὐτῶν θαυματουργῶν τά παράδοξα, ἔνθεν τοι καί κατά χρέος τοῖς εὐσεβέσιν ἄγαν πρόκειται πᾶσι, κατά τό ἀρχαῖον κανονικόν καί ἀπαραίτητον χρέος τῆς Ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πανηγυρίζειν φαιδρῶς τούς ἁπανταχοῦ ἐν ἄθλοις πίστεως καί ἀγάπης καί προσφορᾶς διαπρέψαντας, ἐν γλαφυροῖς ἐγκωμίοις γεραίρειν αὐτούς καί ἐνδόξοις σεμνολογήμασιν, ὡς ἀξίους ἀναφανέντας ὑπουργούς τῆς πολυπόνου ἀσκήσεως, δι᾿ ἧς ἑαυτούς μέν ὑπερεδόξασαν, πᾶσι δέ τοῖς μετ᾿ εὐλαβείας αὐτούς ἐπικαλουμένοις παρά Θεοῦ Ἔλεος καί σωτηρίαν εὐχερῶς ἀναπορθμεύουσιν.
Ἐπειδή τοιγαροῦν προσηνέχθησαν ἡμῖν καί τῇ περί ἡμᾶς Ἁγίᾳ καί Ἱερᾷ Συνόδῳ ἀναφοραί τῆς τε ἁρμοδίας παρ᾿ ἡμῖν Κανονικῆς Ἐπιτροπῆς καί ἱκαναί δέλτοι καί μαρτυρίαι τοῦ τῶν Ὀρθοδόξων πληρώματος, καθ᾿ ἅς τοιοῦτος τόν βίον καί τήν πολιτείαν κατεδείχθη, ἐξόχοις δ᾿ ἀρετῆς κατορθώμασι διακέκριται καί ὁ ἐν τῇ Ἱερᾷ Σκήτῃ τῆς Ἁγίας Τριάδος τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὄρους Ἄθω δωδεκαετής που προσελθών καί τά τῆς ἀσκήσεως σκάμματα μετά προθυμίας, ζήλου, χαρᾶς ἐν Κυρίῳ, ἄκρας ὑπακοῆς καί ταπεινώσεως ἐν βραχεῖ χρόνῳ διανύσας Ἱερομόναχος Πορφύριος, κατά κόσμον Εὐάγγελος Μπαραϊκτάρης, ἐκ τῆς νήσου Εὐβοίας ἕλκων τήν καταγωγήν, ἀνήρ τά μάλιστα κατ᾿ ἀρετήν πολλούς τῶν προτέρων διαπρεψάντων ὑπερελάσας καί θείων δωρεῶν δαψιλείᾳ χάριτος εὐπορήσας, τό τε διορατικόν χάρισμα ἐκ τῆς νεαρᾶς ἡλικίας τῶν δέκα καί ἕξ ὡς ἔγγιστα ἐτῶν καταπλουτήσας, καί τῶν χαρισμάτων τῆς ἀδιαλείπτου προσευχῆς καί τῆς ἄκρας ταπεινώσεως διά βίου ἀσκήσας• καίτοι δέ ψυχῇ καί διανοίᾳ παρέμεινεν ἀληθῶς ἐν Ἁγίῳ Ὄρει, ἐντολῇ τῶν πνευματικῶν αὐτοῦ πατέρων, ἐγκατεβίωσε σώματι ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Χαραλάμπους Εὐβοίας καί ἐκεῖ θεοφιλῶς ἀσκούμενος, εὑρέθη ἄξιος τῆς ἱερωσύνης καί τῆς ἀναδοχῆς ἐξομολογήσεων, διό καί εἰς ἱερέα εἰκοσαετής προεχειρίσθη• μετά ἔτη δέ τινα, παραμένων διά βίου Ἁγιορείτης εἰς ἐφημέριον τῆς παρά τήν ἐν Ἀθήναις πλατεῖαν Ὁμονοίας Πολυκλινικῆς διορισθείς, τούς πάσχοντας συνανθρώπους παρεμύθησε καί πρός μετάνοιαν ὡδήγησε• πληρώσας δέ τριάκοντα καί τριῶν ἐτῶν διακονίαν ἐν τῇ Πολυκλινικῇ καί ἑξαετίαν ἀσκητικῆς ἐγκαταβιώσεως ἐν τῷ μονυδρίῳ τοῦ Ἁγίου Νικολάου Καλλισίων Πεντέλης, ἤρχισε, διά τῶν κανονικῶν ἀδειῶν ἐφοδιασθείς, ἀνοικοδομῶν ἱερόν γυναικεῖον ἡσυχαστήριον καί μετόχιον ἐν Μηλεσίῳ, ἐν ᾧ ἀνήγειρε μεγαλοπρεπῆ Ἱερόν Ναόν ἐπ᾿ ὀνόματι τῆς Θείας Μεταμορφώσεως τοῦ Σωτῆρος τιμώμενον• κατά πάντα τόν βίον αὐτοῦ ὁ Ἱερομόναχος Πορφύριος ἀκηλίδωτον διήγαγε βιοτήν, τήν ἑνότητα τῆς Ἐκκλησίας καί τῶν πιστῶν πρός ἀλλήλους καί πρός τούς ποιμένας αὐτῶν ἐδίδασκε καί ἐφήρμοζε, καθαράν τήν διάνοιαν ἀπό πάσης πικρίας καί παντός λογισμοῦ ἐναντίου τῇ ἀγάπη, τῇ συγχωρήσει, τῇ ἄκρα ταπεινώσει καί τῇ ἀνιδιοτελείᾳ διετήρησε καί τήν νοεράν προσευχήν ἀδιάλειπτον ἔσχε• πλήθη πιστῶν πρός αὐτόν ἐκ πολλῶν τῆς γῆς περιοχῶν συνέρρεον, ἵνα τάς συμβουλάς αὐτοῦ ἐνωτισθῶσι καί τῆς θεραπευτικῆς ψυχῆς καί σώματος εὐλογίας αὐτοῦ τύχωσιν• ὁ δέ Θεός τοῦ Ἐλέους καί τῆς Δικαιοσύνης τήν ἀρετήν τοῦ Ὁσίου Αὐτοῦ καί τήν ἐν αὐτῷ ἐπαναπαυομένην Χάριν Αὐτοῦ θέλων ἀποκαλῦψαι, διά πολλῶν δεινῶν ἐξ ἀνθρώπων καί ποικίλων ἀσθενειῶν ἐπέτρεψεν ὅπως οὗτος δοκιμασθῇ• ὅτε δέ τό τέλος τῆς ἐπιγείου ζωῆς αὐτοῦ ὁ Ὅσιος οὗτος ἀνήρ ἐπληροφορήθη, ἔσπευσεν ἐπανακάμψαι εἰς τό ἐν Καυσοκαλυβίοις Ἁγίου Ὄρους πρῶτον καί ἀγαπητόν καταφύγιον αὐτοῦ, ὥστε ταπεινῶς καί ἀφανῶς τελειῶσαι τόν ἐπίγειον βίον αὐτοῦ• τῇ δέ β’ Δεκεμβρίου τοῦ χιλιοστοῦ ἐννεακοσιοστοῦ ἐνενηκοστοῦ πρώτου σωτηρίου ἔτους ὁσιακῶς ἐν ἄκρα ταπεινώσει, ἁπλότητι καί μετανοίᾳ ἐν τῇ Καλύβῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου τῆς προμνησθείσης Ἱερᾶς Σκήτης ὡς ἁγιορείτης ἐκοιμήθη, τήν ἀρχιερατικήν προσευχήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ «ἵνα ὦσιν ἕν» προφέρων, τήν δ᾿ ἑπομένην ἐν τῷ κοινῷ κοιμητηρίῳ κατά τήν ἐπιθυμίαν αὐτοῦ ἁπλῶς καί ἀσήμως κατά τήν μοναχικήν τάξιν ἐτάφη• ἔτι δέ ζῶν, ἀλλά καί μετά θάνατον, ἰσχυράν ἔσχε καί διατελεῖ ἔχων τήν ἐπίδρασιν ἐπί τῆς χριστιανικῆς συνειδήσεως τῶν πιστῶν, κατά τά καί τῇ Μητρί Ἐκκλησίᾳ γνωστά καταστάντα ἐκ τῆς μαρτυρίας πολλῶν καί ἀναμφισβητήτων μαρτυριῶν, ἱστοροῦσι δέ ἅμα αἱ περί τοῦ βίου καί τῶν διδαχῶν αὐτοῦ συγγραφεῖσαι ὑπέρ τάς τριάκοντα βίβλοι ἐν διαφόροις γλώσσαις καί διαλέκτοις, πλῆθος θεοπνεύστων συμβουλῶν, ἐνεργειῶν καί θαυματουργιῶν αὐτοῦ περιέχουσαι.
Συνδιασκεψάμενοι τοίνυν ἡ ἡμετέρα Μετριότης μετά τῶν περί ἡμᾶς Ἱερωτάτων καί ἀγαπητῶν ἐν Χριστῷ ἀδελφῶν καί συλλειτουργῶν, τῶν καί ὑπερτίμων, πρῶτον μέν τήν ἄνωθεν Χάριν καί τόν Φωτισμόν τοῦ Παναγίου Πνεύματος ἐν καρδίας ταπεινώσει καί διανοίας ὑποταγῇ θερμῶς ᾐτησάμεθα, ὅλῃ ψυχῇ τόν Θεόν δοξολογοῦντες, τόν τούς εὐαρεστοῦντας Αὐτῷ καθ’ ἑκάστην γενεάν ἐκλεγόμενον, ὑπό μελέτην δ’ εἶτα τόν ἱερόν βίον Πορφυρίου τοῦ Καυσοκαλυβίτου θέμενοι, καί ἰδόντες ἐν ἀληθείᾳ τήν τε ἄλλην ἀρετήν, τήν καθ’ ἅπαντα τόν βίον τοῦ πρᾴου, ταπεινοῦ, εἰρηνικοῦ, ἀπαθοῦς, συμπαθοῦς καί ἡσυχίου, συγχωρητικοῦ, διορατικοῦ, προορατικοῦ, ἰαματικοῦ καί τῶν θείων ἀληθειῶν μυσταγωγοῦ, τοῦ Κυρίου αὐτοῦ καί ἡμῶν Ἰησοῦ Χριστοῦ μιμητοῦ, πλήρους χάριτος καί ἀληθείας, ἀνδρός ὄντως ἁγίου κατά τε τήν τῶν γνωρισάντων αὐτόν μαρτυρίαν καί τήν ἐπιβεβαίωσιν τῶν μετά τήν ὁσιακήν κοίμησιν αὐτοῦ σημείων, ἀγλαῶς διαλάμπουσαν, καθορῶντες δέ ὅτι ἀπέδειξεν ἑαυτόν «σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθόν», καί «ἐλπίσας ἐπί τήν φερομένην ἡμῖν Χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ» ἐγένετο ἅγιος κατά τόν καλέσαντα ἡμᾶς ἅγιον, ὅτι «ὡμοίωσεν αὐτόν δόξῃ ἁγίων», ὡς ἄλλον Μωϋσῆν, ὁ ἐν τοῖς ἁγίοις θαυμαστός Θεός, ἔγνωμεν καθιερωθῆναι ἀπό τοῦ νῦν καί ἐπισήμως τήν ἕως τοῦδε αὐθορμήτως ἀναφερομένην τιμήν τῷ μακαρίῳ τούτῳ ἀνδρί Πορφυρίῳ.
Ὅθεν, ὑπ᾿ ὄψιν λαβόντες τήν ζῶσαν καί πανορθόδοξον ταύτην μαρτυρίαν καί ἐπιθυμίαν τῆς θρησκευτικῆς συνειδήσεως τῶν πιστῶν περί τῆς ὁσιότητος καί τῆς ἁγιότητος τοῦ προειρημένου Ἱερομονάχου Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τῆς ἐρειδομένης ἐπί τῆς ἁγίας αὐτοῦ βιοτῆς, τῆς διά τοῦ λόγου καί τοῦ ἔργου αὐτοῦ διδαχῆς καί τῶν θαυματουργιῶν αὐτοῦ, ἐκρίναμεν εὔλογον καί ἡγησάμεθα δίκαιον, τόν τοσούτοις καί τηλικούτοις παρά Θεοῦ δοξασθέντα ἀξιαγάστοις σημείοις καί θαύμασιν, ἀντιλαμβάνειν καί παρά τοῦ εὐσεβοῦς τῆς Ἐκκλησίας συστήματος τάς ὀφειλομένας ἐτησίας τιμάς καί τά ἑορτάσιμα δίκαια• οὐχ ὡς χρήζοντος τοῦ Ὁσίου τῶν ἀνθρωπίνων τιμῶν, ἀλλ᾿ ἵνα ἡμεῖς διά τάς πρός ἐκεῖνον τιμάς τόν παρά Θεοῦ ἐπισπώμεθα ἔλεον• τῷ κοινῷ δέ τῆς Ἐκκλησίας ἔθει καί τῇ μακραίωνι παραδόσει κατακολουθοῦντες, ὡς πρέπουσαν καί εὔλογον τήν ἐπιθυμίαν καί τήν κοινήν συνείδησιν τοῦ φιλοχρίστου λαοῦ ἐκρίναμεν καί ἀπεδεξάμεθα, ἐφ᾿ ᾧ καί θεσπίζομεν Συνοδικῶς καί ἐν Ἁγίῳ ἀποφαινόμεθα καί διακελευόμεθα Πνεύματι ὅπως ὁ εἰρημένος Ἱερομόναχος Πορφύριος ὁ Καυσοκαλυβίτης συναριθμῆται τοῖς ὁσίοις καί ἁγίοις τῆς Ἐκκλησίας, τιμώμενος εἰς τόν ἅπαντα αἰῶνα παρά τῶν πιστῶν καί ὕμνοις ἐγκωμίων γεραιρόμενος κατ' ἔτος τῇ β’ Δεκεμβρίου, ἡμέρᾳ τῆς πρός Κύριον ἐκδημίας αὐτοῦ, ταῖς κανονικαῖς ἀκολουθίαις, τοῦ ἱεροῦ κλήρου καί τῶν πιστῶν ᾀδόντων καί ψαλλόντων τῷ Κυρίῳ, εἰς δόξαν Θεοῦ καί Πατρός, τοῦ ἐπιβραβεύσαντος ἐκ τοῦ πλούτου τῆς χρηστότητος Αὐτοῦ τόν τοιοῦτον ἀτίμητον θησαυρόν τοῖς Ὀρθοδόξοις πιστοῖς, ἐν βεβαιότητι περί τῆς ἁγιότητος καί τῆς πρός Θεόν παρρησίας αὐτοῦ ἐπικαλουμένοις καί τῶν πρός αὐτόν αἰτημάτων ἱκανοποίησιν παρέχοντος, ὡς πολλά ἰσχυούσης τῆς δεήσεως καί μεσιτείας αὐτοῦ πρός τόν φιλάνθρωπον Θεόν, ὑπέρ ἀφέσεως ἁμαρτιῶν, ἰάσεως ἀσθενειῶν, προστασίας καί στηρίξεως ἐν τῇ πίστει καί, συνελόντι εἰπεῖν, ὑπέρ ὠφελείας ψυχικῆς τε καί σωματικῆς τοῦ χριστωνύμου πληρώματος.
Εἰς ἔνδειξιν δέ τούτου καί βεβαίωσιν ἐγένετο καί ἡ παροῦσα Πατριαρχική καί Συνοδική ἡμῶν Πρᾶξις, καταστρωθεῖσα μέν καί ὑπογραφεῖσα ἐν τῷδε τῷ Ἱερῷ Κώδικι τῆς καθ᾿ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐν ἴσῳ δέ καί ἀπαραλλάκτῳ ἀποσταλεῖσα τῇ Ἱερᾷ Κοινότητι τοῦ Ἁγίου Ὄρους, πρός ἐπ' ἐκκλησίας ἀνάγνωσιν, κατάθεσιν δ' εἶτα καί ἀσφαλῆ τήρησιν ἐν τοῖς ἀρχείοις αὐτῆς.
Δεόμεθα δέ τοῦ Κυρίου, ταῖς πρεσβείαις τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, Ἀθανασίου καί Πέτρου καί Νικοδήμου τῶν Ἀθωνιτῶν, καί πάντων τῶν εὐαρεστησάντων Αὐτῷ ἐπωνύμων καί ἀνωνύμων Ἁγιορειτῶν Ἁγίων, εὐλογεῖν ἐς ἀεί τούς ἐπικαλουμένους τήν μεσιτείαν αὐτοῦ Ὀρθοδόξους χριστιανούς, χειραγωγεῖν δέ πάντας ἡμᾶς ἐπί τήν ὁδόν τῆς σωτηρίας καί ἐκχέειν τήν Χάριν Αὐτοῦ δαψιλῆ ἐφ᾿ ἡμᾶς πάντας. Ἀμήν.
Ἐν ἔτει σωτηρίῳ βιγ’, κατά μῆνα Νοέμβριον κζ’
Ἐπινεμήσεως Ζ’
Ὁ ἑορτασμὸς τῆς Ὁσίας Μελοῦς στὴ Βουρρίνα τῆς Κῶ
Τὸ Σάββατο 4 Ἰουλίου 2015 πραγματοποιήθηκε ἡ ἑορτὴ τῆς Ὁσίας Μελοῦς στὴ Βουρρίνα τῆς Κῶ.
Ὁ Σεβασμιώτατος Μητροπολίτης Κώου καὶ Νισύρου κ. Ναθαναὴλ τέλεσε τὸ μυστήριο τῆς Θείας Εὐχαριστίας στὸν εὐπρεπισμένο Ἱερὸ Ναὸ τῆς Ὁσίας.
Ἐν συνεχείᾳ, ὁ Σεβασμιώτατος τέλεσε τὴν Ἀκολουθία τῆς Ἀρτοκλασίας στὸν αὔλειο χῶρο τῆς Ἱερᾶς Μονῆς καὶ κήρυξε μεταφέροντας στοὺς πιστοὺς τὶς εὐχὲς καὶ τὶς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου τονίζοντας ὅτι ἡ Ὁσία Μελὼ προσέφερε τὴν ἀγάπη της συνεχῶς στοὺς γύρω της, ὄχι μόνο ὅταν ζοῦσε, ἀλλὰ ἀκόμη καὶ σήμερα. Γι᾿ αὐτὸ ὅπως σημείωσε ὁ Σεβασμιώτατος πρέπει νὰ ἔχουμε πίστη καὶ νὰ μὴν μᾶς καταβάλουν οἱ παροδικὲς δυσκολίες ποὺ συναντοῦμε.
Τελειώνοντας, ὁ Σεβασμιώτατος εὐχαρίστησε ὅλους ὅσους συνέβαλαν καὶ συμβάλουν στὴν διαμόρφωση καὶ περιποίηση τοῦ χώρου τῆς Ἱερᾶς Μονῆς τῆς Ὁσίας Μελοῦς καὶ στὴν προετοιμασία τῆς πανηγύρεώς της. Ἔκανε δὲ ἰδιαίτερη μνεία στὴν ὁμάδα τῶν «Μαύρων Λύκων», οἱ ὁποῖοι φροντίζουν καθ᾿ ὅλη τὴ διάρκεια τοῦ ἔτους τὴν Ἱερὰ Μονὴ καὶ διοργανώνουν τὴν πανήγυρή της, ἐνῶ εὐχαρίστησε τὴν ἀρχαιολόγο τῆς 4ης Ἐφορείας Βυζαντινῶν Ἀρχαιοτήτων, κ. Ἑλένη Παπαβασιλείου, ἡ ὁποία εὐλαβεῖται τὴν Ὁσία καὶ ἐπισκέφθηκε τὴν Κῶ γιὰ νὰ προσκυνήσει στὸν Ἱερὸ Ναό της.
Ἰδιαίτερη χαρὰ προκάλεσε τὸ γεγονὸς τῆς ἀθρόας προσελεύσεως τῶν προσκυνητῶν, ἡ ὁποία ὑπερέβη κάθε προηγούμενο.
Μὲ τὴν ὁλοκλήρωση τῆς Θείας Λειτουργίας καὶ τῆς Ἀρτοκλασίας τὰ μέλη τῶν «Μαύρων Λύκων» προσέφεραν στοὺς προσκυνητὲς πλούσιο κέρασμα.
Ἡ ἑορτή τῶν Ἁγίων Ἀποστόλων στὴν Ἀντιμάχεια
Τὸ ἀπόγευμα τῆς Δευτέρας 29 Ἰουνίου ὀ Σεβασμιώτατος Μητροπολίτης Κώου καί Νισύρου κ. Ναθαναήλ χοροστάτησε κατά τόν Πανηγυρικὸ Ἑσπερινὸ στὸν Ἱερὸ Ναὸ Ἁγίων Ἀποστόλων Ἀντιμαχείας. Μετὰ τὸ πέρας τοῦ Ἑσπερινοῦ ἀκολούθησε παραδοσιακὸ πανηγύρι, τὸ ὁποῖο ἀνεβίωσε μετὰ ἀπὸ εἰκοσιπέντε χρόνια μὲ τὴ φροντίδα τοῦ Πρωτ. Δημητρίου Μιχαλοπούλου καὶ τῆς ἐνοριακῆς ἐπιτροπῆς.
Τὴν κυριώνυμο ἠμέρα, Τρίτη 30 Ἰουνίου, ὀ Σεβασμιώτατος Μητροπολίτης Κώου καί Νισύρου κ. Ναθαναήλ χοροστάτησε κατά τόν Ὄρθρο καὶ τέλεσε τὴ Θεία Λειτουργία στὸν Ἱερὸ Ναὸ Ἁγίων Ἀποστόλων Ἀντιμαχείας.
Ὁ Σεβασμιώτατος μετέφερε στοὺς συγκεντρωμένους πιστούς τίς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου καί τόνισε τὴ σημασία τοῦ παραδείγματος τῶν Ἀποστόλων στὴ ζωή μας. Στὸ τέλος τῆς Θείας Λειτουργίας ἐπέδωσε στὸν Πρωτοπρ. Δημήτριο Μιχαλόπουλο, ἱερ. προϊστάμενο τῆς ἐνορίας Ἁγίων Ἀποστόλων Ἀντιμαχείας, τὸν Χρυσὸ Σταυρὸ τῆς ἐν Δωδεκανήσῳ Ἐκκλησίας γιὰ τὴν προσφορὰ καὶ τὸ ἔργο του.
Στὸν Ὄρθρο καὶ στὴ Θεία Λειτουργία παροῦσες ἦταν οἱ τοπικὲς ἀρχὲς μὲ ἐπικεφαλὴς τὸν Δήμαρχο Κῶ κ. Γεώργιο Κυρίτση.
Ὁ Ἑσπερινός στόν Ἱερό Ναό Ἁγίου Παύλου πόλεως Κῶ
Τὸ ἀπόγευμα τῆς Κυριακῆς 28 Ἰουνίου ὀ Σεβασμιώτατος Μητροπολίτης Κώου καί Νισύρου κ. Ναθαναήλ χοροστάτησε κατά τόν Πανηγυρικό Ἑσπερινό στὸν Ἱερὸ Ναὸ Ἁγίου Παύλου πόλεως Κῶ.
Ὁ Σεβασμιώτατος μετέφερε στοὺς συγκεντρωμένους πιστούς τίς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου καί τόνισε τὴ σημασία τοῦ περάσματος τοῦ απ. Παύλου ἀπό τὸ νησί τῆς Κῶ καὶ τὴν ἵδρυση τῆς τοπικῆς Ἐκκλησίας. Ἐπίσης, σημείωσε ὄτι ἡ ἀγάπη θὰ νικήσει ὄσους ἐχθρεύονται τὴν πατρίδα μας.
Μετὰ τὸν Ἑσπερινὸ ἀκολούθησε Λιτανεία τῆς Ἱερᾶς Εἰκόνας τοῦ Ἁγίου Παύλου.
Στὸν Ἑσπερινὸ καὶ στὴ Λιτανεία παροῦσες ἦταν οἱ τοπικὲς ἀρχὲς μὲ ἐπικεφαλὴς τὸν Δήμαρχο Κῶ κ. Γεώργιο Κυρίτση.
Ὅμιλος ἐπισκεπτῶν ἀπό τήν Κάρπαθο ἐπισκέφθηκε τήν Κῶ
Ἀπό τό Σάββατο 27 Ἰουνίου μέχρι τό πρωί τῆς Τετάρτης 1ης Ἰουλίου ὅμιλος ἐπισκεπτῶν ἀπό τήν Κάρπαθο ἐπισκέφθηκε τήν Κῶ μέ ἐπικεφαλής τόν Πανοσ. Ἀρχιμ. Καλλίνικο Μαυρολέοντα, Ἡγούμενο τῆς Ἱερᾶς Μονῆς Ἁγίου Γεωργίου Βασσῶν Καρπάθου.
Τούς ἐπισκέπτες ὑποδέχθηκε στό ἐπισκοπεῖο ὁ Σεβασμιώτατος Μητροπολίτης Κώου καί Νισύρου κ. Ναθαναήλ, ἐνῶ κατά τήν Κυριακή 28 Ἰουνίου καί τή Δευτέρα 29 Ἰουνίου συμμετεῖχαν στή Θεία Λειτουργία στόν Ἱερό Ναό Ἁγίου Παύλου πόλεως Κῶ καί στό Ἑσπερινό καί στή Θεία Λειτουργία στόν Ἱερό Ναό Ἁγίου Παύλου Λινοποτίου.
Οἱ ἐπισκέπτες περιηγήθηκαν σέ ἀξιοθέατα τῆς Κῶ, ἐνῶ τήν Τρίτη 30 Ἰουνίου ἐπισκέφθηκαν τή Νίσυρο ὅπου πραγματοποίησαν προσκύνημα στήν Ἱερά Μονή Παναγίας Σπηλιανῆς, στόν ναό καί στήν οἰκἰα τοῦ Ἁγίου Νεομάρτυρος Νικήτα τοῦ Νισυρίου καί ξεναγήθηκαν στό Ἐκκλησιαστικό Μουσεῖο ἀπό τόν Ἀρχιερατικό Ἐπίτροπο Νισύρου, Πανοσ. Ἀρχιμ. Στέφανο Καλλιστῆ.
Ἡ ἑορτὴ τοῦ ἀπ. Παύλου στόν Ἱερό Ναό Ἁγίου Παύλου Λινοποτίου
Τήν Δευτέρα 29 Ἰουνίου ὁ Σεβασμιώτατος Μητροπολίτης Κώου καί Νισύρου κ. Ναθαναήλ χοροστάτησε κατά τόν ὄρθρο καί τέλεσε τήν Θεία Λειτουργία στόν Ἱερό Ναό Ἁγίου Παύλου Λινοποτίου.
Κατά τό κήρυγμα ὁ Σεβασμιώτατος μετἐφερε στό ἐκκλησίασμα τίς εὐλογίες τοῦ Παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου καί ἀναφέρθηκε στόν ἀπ. Παῦλο καί στήν ἐλευθερία τοῦ ἀνθρώπου.
Στόν ἰερό ναό ἐκκλησιάστηκε ὅμιλος ἐπισκεπτῶν ἀπό τήν Κάρπαθο μέ ἐπικεφαλής τόν Πανοσ. Ἀρχιμ. Καλλίνικο Μαυρολέοντα, Ἡγούμενο τῆς Ἱερᾶς Μονῆς Ἁγίου Γεωργίου Βασσῶν Καρπάθου.
Μετά τή Θεία Λειτουργία ὁ Σεβασμιώτατος ὑποδέχθηκε τούς ἐπισκέπτες καί ἐν συνεχείᾳ ἡ ἐνορία τοῦ Ἁγίου Παύλου μέ τή φροντίδα τοῦ Πρωτοσυγκέλλου τῆς Ἱερᾶς Μητροπόλεως Κώου καί Νισύρου, Πανοσ. Ἀρχιμ. Χρυσοστόμου Πίτση, παρέθεσε ἑόρτιο κέρασμα.

